Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.247 Joseph. AJ 10.252 (English) >>Joseph. AJ 10.256

10.250

Δανίηλος τοίνυν ὢν ἐν τοιαύτῃ τιμῇ καὶ λαμπρᾷ σπουδῇ παρὰ τῷ Δαρείῳ καὶ πρὸς ἅπαντα ὑπʼ αὐτοῦ μόνος, ὡς ἂν ἔχων τὸ θεῖον πεπιστευμένος ἐν αὑτῷ, παραλαμβανόμενος ἐφθονήθη· βασκαίνουσι γὰρ οἱ μᾶλλον αὐτῶν ἑτέρους ἐν πλείονι τιμῇ παρὰ τοῖς βασιλεῦσι βλέποντες. 10.251ζητούντων δʼ ἐπʼ αὐτὸν ἀφορμὴν διαβολῆς καὶ κατηγορίας τῶν ἀχθομένων ἐπʼ αὐτῷ εὐδοκιμοῦντι παρὰ τῷ Δαρείῳ παρεῖχεν αἰτίαν οὐδεμίαν· ὢν γὰρ καὶ χρημάτων ἐπάνω καὶ παντὸς λήμματος περιορῶν, αἴσχιστον αὐτῷ δοκεῖν κἂν ὑπὲρ ὧν δοθείη καλῶς πρὸς τὸ λαβεῖν, οὐδʼ ἡντιναοῦν τοῖς ζηλοτυποῦσιν αὐτὸν ἐγκλημάτων εὕρεσιν παρεῖχεν. 10.252οἱ δʼ ὡς οὐδὲν εἶχον, κατειπόντες αὐτοῦ πρὸς τὸν βασιλέα ζημιώσουσιν αὐτὸν εἰς τὴν παρʼ αὐτοῦ τιμὴν αἰσχύνῃ καὶ διαβολῇ, τρόπον ἄλλον ἐζήτουν καθʼ ὃν αὐτὸν ἐκποδὼν ποιήσονται. ὁρῶντες οὖν τὸν Δανίηλον τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ πρόφασιν ἔγνωσαν εὑρηκέναι, διʼ ἧς ἀπολέσουσιν αὐτόν. 10.253καὶ πρὸς τὸν Δαρεῖον ἐλθόντες ἀπήγγελλον αὐτῷ, ὡς τοῖς σατράπαις αὐτοῦ καὶ τοῖς ἡγεμόσι δόξειεν ἐπὶ τριάκονθʼ ἡμέρας ἀνεῖναι τὸ πλῆθος, ὅπως μήτʼ αὐτῷ τις μήτε τοῖς θεοῖς δεόμενος αὐτῶν καὶ εὐχόμενος εἴη, τὸν μέντοι γε αὐτῶν παραβάντα ταύτην τὴν γνώμην εἰς τὸν τῶν λεόντων ἔκριναν ῥῖψαι λάκκον ἀπολούμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.247 Joseph. AJ 10.252 (English) >>Joseph. AJ 10.256

Powered by PhiloLogic